Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.50 Joseph. AJ 5.55 (English) >>Joseph. AJ 5.60

5.53τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον. 5.54στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι. 5.55καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατʼ αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους. 5.56καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. 5.57τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.50 Joseph. AJ 5.55 (English) >>Joseph. AJ 5.60

Powered by PhiloLogic